σαυρωτήρ

Définition, traduction, prononciation, anagramme et synonyme sur le dictionnaire libre Wiktionnaire.

Grec ancien[modifier le wikicode]

Étymologie[modifier le wikicode]

Dérivé de σαύρα, saúra (« lézard »), avec le suffixe -τήρ, -tḗr.

Nom commun [modifier le wikicode]

Cas Singulier Pluriel Duel
Nominatif σαυρωτήρ οἱ σαυρωτῆρες τὼ σαυρωτῆρε
Vocatif σαυρωτήρ σαυρωτῆρες σαυρωτῆρε
Accusatif τὸν σαυρωτῆρα τοὺς σαυρωτῆρας τὼ σαυρωτῆρε
Génitif τοῦ σαυρωτῆρος τῶν σαυρωτήρων τοῖν σαυρωτήροιν
Datif τῷ σαυρωτῆρι τοῖς σαυρωτῆρσι(ν) τοῖν σαυρωτήροιν

σαυρωτήρ, saurōtḗr *\sau̯.rɔː.tɛ̌ːr\ masculin

  1. Saurotère.
    • Βὰν δ’ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
      ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ’ ἑταῖροι
      εὗδον, ὑπὸ κρασὶν δ’ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
      ὄρθ’ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
      λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διός· — (Homère, Ἰλιάς, Chant X, v. 150-154.)
    • Ἐξήλασε μὲν οὕτω ἐκ Σαρδίων Ξέρξης, μετεκϐαίνεσκε δέ, ὅκως μιν λόγος αἱρέοι, ἐκ τοῦ ἅρματος ἐς ἁρμάμαξαν. Αὐτοῦ δὲ ὄπισθε αἰχμοφόροι Περσέων οἱ ἄριστοί τε καὶ γενναιότατοι χίλιοι, κατὰ νόμον τὰς λόγχας ἔχοντες, μετὰ δὲ ἵππος ἄλλη χιλίη ἐκ Περσέων ἀπολελεγμένη, μετὰ δὲ τὴν ἵππον ἐκ τῶν λοιπῶν Περσέων ἀπολελεγμένοι μύριοι. Οὗτος πεζὸς ἦν· καὶ τούτων χίλιοι μὲν ἐπὶ τοῖσι δόρασι ἀντὶ τῶν σαυρωτήρων ῥοιὰς εἶχον χρυσέας καὶ πέριξ συνεκλήιον τοὺς ἄλλους, οἱ δὲ εἰνακισχίλιοι ἐντὸς τούτων ἐόντες ἀργυρέας ῥοιὰς εἶχον· εἶχον δὲ χρυσέας ῥοιὰς καὶ οἱ ἐς τὴν γῆν τρέποντες τὰς λόγχας, καὶ μῆλα οἱ ἄγχιστα ἑπόμενοι Ξέρξῃ. — (Hérodote, Ἱστορίαι , Livre VII, ch. xli, 1, 2.)
    • Πάντων δ’ ἐν ἑτοίμῳ γεγενημένων χρυσίου τε καὶ χαλκοῦ καὶ τῶν ὑφαντῶν, προειπὼν ἑορτὴν Μωυσῆς καὶ θυσίας κατὰ τὴν ἑκάστου δύναμιν ἵστη τὴν σκηνήν, πρῶτον μὲν αἴθριον διαμετρησάμενος τὸ μὲν εὖρος πεντήκοντα πηχῶν ἑκατὸν δὲ τὸ μῆκος. Κάμακας δὲ ἔστησε χαλκέας πενταπήχεις τὸ ὕψος καθ’ ἑκατέραν πλευρὰν εἴκοσι τῶν ἐπιμηκεστέρων, δέκα δὲ τῶν ἐν πλάτει κειμένων τῆς κατόπιν, κρίκοι δὲ τῶν καμάκων ἑκάστῃ προσῆσαν: Κιονόκρανα μὲν ἀργύρεα, βάσεις δὲ χρυσαῖ σαυρωτῆρσιν ἐμφερεῖς, χαλκαῖ δὲ ἦσαν, ἐπὶ τῆς γῆς ἐρηρεισμέναι. — (Flavius Josèphe, Ἰουδαϊκὴ ἀρχαιολογία, Livre III, ch. vi, 2.)
    • Ἐπεὶ δ’ ὄναρ ἰδὼν [ὁ Ἀντίγονος] χρυσοῦν θέρος ἐξαμῶντα Μιθριδάτην ἐϐουλεύσατο κτεῖναι καὶ Δημητρίῳ τῷ υἱῷ φράσας ὥρκωσε σιωπῆσαι, (ὁ δὲ) παραλαϐὼν τὸν Μιθριδάτην ὁ Δημήτριος καὶ συμπεριπατῶν παρὰ θάλασσαν ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ δόρατος « Φεῦγε, Μιθριδᾶτα. » Ἐκεῖνος δὲ νοήσας ἔφυγεν εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε. — (Plutarque, Apophthegmes des rois et des capitaines célèbres : Ἀντίγονος, 183.)
    • Ὅτι δὲ ἐπὶ τῶν ἡρώων τὰ ὅπλα ὁμοίως χαλκᾶ ἦν πάντα, μαρτυρεῖ μοι καὶ Ὁμήρου τῶν ἐπῶν ἔς τε ἀξίνην ἔχοντα τὴν Πεισάνδρου καὶ ἐς τοῦ Μηριόνου τὸν ὀιστόν. Βεϐαιοῖ δὲ καὶ ἄλλως μοι τὸν λόγον ἐν Φασήλιδι ἀνακείμενον ἐν Ἀθηνᾶς ἱερῷ τὸ δόρυ Ἀχιλλέως καὶ Νικομηδεῦσιν ἐν Ἀσκληπιοῦ ναῷ μάχαιρα ὁ Μέμνονος· καὶ τοῦ μὲν ἥ τε αἰχμὴ καὶ ὁ σαυρωτήρ, ἡ μάχαιρα δὲ καὶ διὰ πάσης χαλκοῦ πεποίηται. — (Pausanias, Ἑλλάδος περιήγησις, Livre III, ch. iii, 8.)
    • Γενομένης δὲ ἐν Σελλασίᾳ πρὸς Κλεομένην τε καὶ Λακεδαιμονίους μάχης, ἣν Ἀχαιοὶ καὶ Ἀρκάδες ἀπὸ τῶν πόλεων πασῶν, σὺν δέ σφισι καὶ Ἀντίγονος ἐμαχέσατο ἄγων ἐκ Μακεδονίας στρατιάν, ἐτέτακτο μὲν τηνικαῦτα ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσιν· ἐπεὶ δὲ ἐν τῷ πεζῷ τοῦ ἔργου τὸ πλεῖστον ἑώρα ληψόμενον τὴν κρίσιν, ὁπλίτης ἑκὼν ἐγένετο, καὶ αὐτὸν λόγου κινδυνεύοντα ἀξίως τῶν τις ἐναντίων δι’ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν. Ὁ δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐϐιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν· ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ ὁ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. — (Pausanias, Ἑλλάδος περιήγησις, Livre VIII, ch. xlix, 5, 6.)

Forme de nom commun [modifier le wikicode]

σαυρωτήρ, saurōtḗr *\sau̯.rɔː.tɛ̌ːr\ masculin

  1.  Vocatif de σαυρωτήρ.

Références[modifier le wikicode]